Plato, Gorgias 447a

Καλλίκλης: πολέμου καὶ μάχης φασὶ χρη̂ναι, ὠ̂ Σώκρατες, οὕτω μεταλαγχάνειν.

Σωκράτης: ἀλλ' ἠ̂, τὸ λεγόμενον, κατόπιν ἑορτη̂ς ἥκομεν καὶ ὑστερου̂μεν;

Καλλίκλης: καὶ μάλα γε ἀστείας ἑορτη̂ς: πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμι̂νὀλίγον πρότερονἐπεδείξατο.

Σωκράτης: τούτων μέντοι,ὠ̂ Καλλίκλεις, αἴτιος Χαιρεφω̂ν ὅδε, ἐν ἀγορᾳ̂ ἀναγκάσας ἡμα̂ς διατρι̂ψαι